Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.134.1 | Hdt. 3.134.6 (English) | >>Hdt. 3.135.3 |
3.134.4 ἡ μὲν δὴ ταῦτα ἐκ διδαχῆς ἔλεγε , ὁ δʼ ἀμείβετο τοισίδε · “ὦ γύναι , πάντα ὅσα περ αὐτὸς ἐπινοέω ποιήσειν εἴρηκας · ἐγὼ γὰρ βεβούλευμαι ζεύξας γέφυραν ἐκ τῆσδε τῆς ἠπείρου ἐς τὴν ἑτέρην ἤπειρον ἐπὶ Σκύθας στρατεύεσθαι · καὶ ταῦτα ὀλίγου χρόνου ἔσται τελεύμενα .” λέγει Ἄτοσσα τάδε ·
3.134.5 “ὅρα νυν , ἐπὶ Σκύθας μὲν τὴν πρώτην ἰέναι ἔασον · οὗτοι γάρ , ἐπεὰν σὺ βούλῃ , ἔσονταί τοι · σὺ δέ μοι ἐπὶ τὴν Ἑλλάδα στρατεύεσθαι . ἐπιθυμέω γὰρ λόγῳ πυνθανομένη Λακαίνας τέ μοι γενέσθαι θεραπαίνας καὶ Ἀργείας καὶ Ἀττικὰς καὶ Κορινθίας . ἔχεις δὲ ἄνδρα ἐπιτηδεότατον ἀνδρῶν πάντων δέξαι τε ἕκαστα τῆς Ἑλλάδος καὶ κατηγήσασθαι , τοῦτον ὅς σευ τὸν πόδα ἐξιήσατο .”
3.134.6 ἀμείβεται Δαρεῖος · “ὦ γύναι , ἐπεὶ τοίνυν τοι δοκέει τῆς Ἑλλάδος ἡμέας πρῶτα ἀποπειρᾶσθαι , κατασκόπους μοι δοκέει Περσέων πρῶτον ἄμεινον εἶναι ὁμοῦ τούτῳ τῷ σὺ λέγεις πέμψαι ἐς αὐτούς , οἳ μαθόντες καὶ ἰδόντες ἐξαγγελέουσι ἕκαστα αὐτῶν ἡμῖν · καὶ ἔπειτα ἐξεπιστάμενος ἐπʼ αὐτοὺς τρέψομαι .”
ch. 135
3.135.1
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 3.134.1 | Hdt. 3.134.6 (English) | >>Hdt. 3.135.3 |